Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.111 Joseph. AJ 9.116 (English) >>Joseph. AJ 9.121

9.114

Οἱ δὲ τοῖς εἰρημένοις ἡσθέντες ἐφύλαττον τὰς ὁδούς, μή τις εἰς Ἱεζέρελαν διαλαθὼν μηνύσῃ αὐτὸν τοῖς ἐκεῖ. καὶ μὲν Ἰηοῦς τῶν ἱππέων τοὺς ἐπιλέκτους παραλαβὼν καὶ καθίσας ἐφʼ ἅρματος εἰς τὴν Ἱεζέρελαν ἐπορεύετο, γενομένου δὲ ἐγγὺς σκοπός, ὃν βασιλεὺς Ἰώραμος καθεστάκει τοὺς ἐρχομένους εἰς τὴν πόλιν ἀφορᾶν, ἰδὼν μετὰ πλήθους προσελαύνοντα τὸν Ἰηοῦν ἀπήγγειλεν Ἰωράμῳ προσελαύνουσαν ἱππέων ἴλην. 9.115 δʼ εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ· πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δʼ αὐτῷ. 9.116ταῦτα σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς. 9.117ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος. 9.118σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.111 Joseph. AJ 9.116 (English) >>Joseph. AJ 9.121

Powered by PhiloLogic